Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.32 Joseph. AJ 15.38 (English) >>Joseph. AJ 15.44

15.36περὶ μὲν τῆς ἱερωσύνης φαμένη πᾶν ὁτιοῦν ὑπʼ ἀδοξίας σπουδάσαι, βασιλείᾳ δὲ μήτε ἐπιτίθεσθαι μήτʼ ἄν, εἰ καὶ προσίοι, βούλεσθαι λαβεῖν, καὶ νῦν ἀποχρώντως τιμῆς ἔχουσα διὰ τὴν ἀρχὴν τὴν ἐκείνου καὶ τὴν ἀσφάλειαν τὴν ἐκ τοῦ δύνασθαι μᾶλλον ἑτέρων ἄρχειν αὐτὸν ἅπαντι τῷ γένει περιοῦσαν. 15.37νῦν τε νενικημένη ταῖς εὐεργεσίαις δέχεσθαι μὲν εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος, παραιτεῖσθαι δὲ κἂν εἴ τι διὰ γένος καὶ τὴν οὖσαν αὐτῇ παρρησίαν προπετέστερον ὑπʼ ἀναξιοπαθείας δράσειεν. 15.38οὕτως ἀλλήλοις ὁμιλήσαντες καὶ σπουδαιότερον θᾶττον ἐν δεξιαῖς διελύοντο πάσης ὑποψίας, ὡς ἐδόκουν, ἐξῃρημένης. 15.39

δὲ βασιλεὺς Ἡρώδης εὐθὺς μὲν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην Ἀνάνηλον ὄντα μέν, ὡς καὶ πρότερον εἴπομεν, οὐκ ἐπιχώριον, ἀλλὰ τῶν ὑπὲρ Εὐφράτην ἀπῳκισμένων Ἰουδαίων· οὐ γὰρ ὀλίγαι μυριάδες τοῦδε τοῦ λαοῦ περὶ τὴν Βαβυλωνίαν ἀπῳκίσθησαν. 15.40ἔνθεν ἦν Ἀνάνηλος ἀρχιερατικοῦ γένους καὶ πάλαι κατὰ συνήθειαν Ἡρώδῃ σπουδαζόμενος. τοῦτον αὐτὸς μὲν ἐτίμησεν, ὅτε τὴν βασιλείαν παρέλαβεν, αὐτὸς δὲ κατέλυσεν ἐπὶ τῷ παῦσαι τὰς οἰκείας ταραχὰς παράνομα ποιῶν· οὐ γὰρ ἄλλος γέ τις ἀφῃρέθη τὴν τιμὴν ἅπαξ παραλαβών. 15.41ἀλλὰ πρῶτος μὲν Ἀντίοχος Ἐπιφανὴς ἔλυσε τὸν νόμον ἀφελόμενος μὲν Ἰησοῦν, καταστήσας δὲ τὸν ἀδελφὸν Ὀνίαν, δεύτερος δὲ Ἀριστόβουλος Ὑρκανὸν ἀφείλετο τὸν ἀδελφόν, Ἡρώδης δὲ τρίτος ἀντιπαρέδωκεν τὴν ἀρχὴν Ἀριστοβούλῳ τῷ παιδί.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.32 Joseph. AJ 15.38 (English) >>Joseph. AJ 15.44

Powered by PhiloLogic